Add parallel Print Page Options

25 Συνεπορεύοντο δὲ αὐτῷ ὄχλοι πολλοί, καὶ στραφεὶς εἶπεν πρὸς αὐτούς· 26 Εἴ τις ἔρχεται πρός με καὶ οὐ μισεῖ τὸν πατέρα [a]ἑαυτοῦ καὶ τὴν μητέρα καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα καὶ τοὺς ἀδελφοὺς καὶ τὰς ἀδελφάς, ἔτι [b]τε καὶ τὴν [c]ψυχὴν ἑαυτοῦ, οὐ δύναται [d]εἶναί μου μαθητής. 27 [e]ὅστις οὐ βαστάζει τὸν σταυρὸν [f]ἑαυτοῦ καὶ ἔρχεται ὀπίσω μου, οὐ δύναται εἶναί μου μαθητής. 28 τίς γὰρ ἐξ [g]ὑμῶν θέλων πύργον οἰκοδομῆσαι οὐχὶ πρῶτον καθίσας ψηφίζει τὴν δαπάνην, εἰ [h]ἔχει εἰς ἀπαρτισμόν; 29 ἵνα μήποτε θέντος αὐτοῦ θεμέλιον καὶ μὴ ἰσχύοντος ἐκτελέσαι πάντες οἱ θεωροῦντες ἄρξωνται [i]αὐτῷ ἐμπαίζειν 30 λέγοντες ὅτι Οὗτος ὁ ἄνθρωπος ἤρξατο οἰκοδομεῖν καὶ οὐκ ἴσχυσεν ἐκτελέσαι. 31 ἢ τίς βασιλεὺς πορευόμενος [j]ἑτέρῳ βασιλεῖ συμβαλεῖν εἰς πόλεμον οὐχὶ καθίσας πρῶτον [k]βουλεύσεται εἰ δυνατός ἐστιν ἐν δέκα χιλιάσιν [l]ὑπαντῆσαι τῷ μετὰ εἴκοσι χιλιάδων ἐρχομένῳ ἐπ’ αὐτόν; 32 εἰ δὲ μήγε, ἔτι [m]αὐτοῦ πόρρω ὄντος πρεσβείαν ἀποστείλας ἐρωτᾷ [n]τὰ πρὸς εἰρήνην. 33 οὕτως οὖν πᾶς ἐξ ὑμῶν ὃς οὐκ ἀποτάσσεται πᾶσιν τοῖς ἑαυτοῦ ὑπάρχουσιν οὐ δύναται [o]εἶναί μου μαθητής.

34 Καλὸν [p]οὖν τὸ ἅλας· ἐὰν δὲ [q]καὶ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἀρτυθήσεται; 35 οὔτε εἰς γῆν οὔτε εἰς κοπρίαν εὔθετόν ἐστιν· ἔξω βάλλουσιν αὐτό. ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:26 ἑαυτοῦ WH NIV ] αὐτοῦ Treg RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:26 τε WH Treg NIV ] δέ RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:26 ψυχὴν ἑαυτοῦ WH NIV ] ἑαυτοῦ ψυχήν Treg RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:26 εἶναί μου μαθητής WH Treg NIV ] μου μαθητὴς εἶναι RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:27 ὅστις WH NA ] καὶ ὅστις Treg NIV RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:27 ἑαυτοῦ WH NIV ] αὐτοῦ Treg; αὑτοῦ RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:28 ὑμῶν WH Treg NIV ] + ὁ RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:28 ἔχει WH Treg NIV ] + τὰ RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:29 αὐτῷ ἐμπαίζειν WH Treg NIV ] ἐμπαίζειν αὐτῷ RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:31 ἑτέρῳ βασιλεῖ συμβαλεῖν WH Treg NIV ] συμβαλεῖν ἑτέρῳ βασιλεῖ RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:31 βουλεύσεται WH NIV ] βουλεύεται Treg RP
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:31 ὑπαντῆσαι WH Treg NIV ] ἀπαντῆσαι RP
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:32 αὐτοῦ πόρρω WH Treg NIV ] πόρρω αὐτοῦ RP
  14. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:32 τὰ Treg NIV RP ] – WH
  15. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:33 εἶναί μου WH Treg NIV ] μου εἶναι RP
  16. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:34 οὖν WH Treg NIV ] – RP
  17. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:34 καὶ WH Treg NIV ] – RP